Τετάρτη 19 Μαρτίου 2014

ΧΡΟΝΙΚΗ ΔΙΗΓΗΣΙΣ ΤΟΥ ΧΩΝΙΑΤΟΥ ΚΥΡ ΝΙΚΗΤΑ

(Απόσπασμα)
Οὐ πολλαὶ δ᾿ ἡμέραι παρήλθοσαν ὕστερον, καὶ λογίζονται τῷ Ἀνδρονίκῳ δευτέρου λόγου καὶ πάρεργα ἀνδροκτασίαι καὶ μάχαι καὶ πόλεμοι καὶ σάλπιγξ ἠχοῦσα τὸ ἐνυάλιον Δεῖμός τε Φόβος τε καὶ Ἄρης βροτολοιγός, καὶ ἔργα πολέμια παρωσάμενος τὰ τῆς Ἀφροδίτης μέτεισιν ὄργια. 

ἡ δὲ Ἑλένην μὲν οὐχ ὑποβάλλει οὐδ᾿ οἷον ὑπ᾿ ὄψιν παρίστησι καθ᾿ Ἑλλάδα καὶ μέσον Ἄργος τὴν οἴκησιν ἔχουσαν καὶ διαχεῖ τῷ κάλλει καὶ ἐκμαίνει πρὸς ἔρωτα καὶ πηγνύει σκάφη καὶ ναύαρχον ἐφίστησι Φέρεκλον, ἐκ γειτόνων δὲ ὂν τὸ τῆς Φιλίππας εἶδος καθυπογράφει καὶ μαστροπεύει τῷ δυσέρωτι Ἀνδρονίκῳ· ἦν γὰρ ἐξ ἀκοῆς ἐρωτόληπτος. 

ῥίψας οὖν τὴν ἀσπίδα καὶ τὸ κράνος ἀποβαλόμενος καὶ τὸν ὅλον στρατιώτην ἀποσεισάμενος πρὸς τὴν ἐρωμένην αὐτομολεῖ, οὖσαν κατὰ πόλιν τὴν Ἀντιόχειαν. ἔνθα καὶ δὴ γεγονὼς καὶ τὴν Ἐρώτων ἀγλαΐαν τῆς Ἄρεος σκευῆς ἀνθελόμενος μόνον οὐκ ἔξαινεν ἔρια οὐδ᾿ ἱστῷ προσανεῖχε καὶ συνεῖρεν ἠλάκατα, ὡς Ὀμφάλῃ πρὶν Ἡρακλῆς τῇ Φιλίππᾳ δουλεύων. ἡ δ᾿ ἄρα ἦν τῆς συναφθείσης τῷ τούτου ἐξαδέλφῳ τῷ βασιλεῖ Μανουὴλ πρώην, οὔπω πάνυ πρώην, θυγατρὸς τοῦ Πετεβίνου ἀδελφή.

Όχι, δεν πρόκειται για αρχαίους Έλληνες
Είναι οι Βυζαντινοί που... μισούσαν την Ελλάδα....
Ο συγγραφέας περιγράφει την εποχή του με στίχους από την Ιλιάδα.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου